l’hymne à Zeus de Cléanthe — le grec, au propre

En écrivant sur le fragment 64 d’Héraclite1, j’ai eu besoin de l’Hymne à Zeus de Cléanthe — l’instant où le stoïcien prend la foudre d’Héraclite et la pose dans la main d’un dieu.

Le français, je l’avais en mémoire, et quelque part dans la Pléiade. Retrouver le grec sans passer par une bibliothèque, par cette canicule, ce n’était pas si simple.

Alors je le partage, depuis mon sous-sol. Tiré d’archive.org, un scan du Stoicorum Veterum Fragmenta de von Arnim, 1905, nettoyé à la main. La traduction française, de P.-M. Schuhl, se trouve pages 7-8 des Stoïciens de la Pléiade. De quoi épargner à qui le cherche l’après-midi que j’y ai passé.

Κύδιστ’ ἀθανάτων, πολυώνυμε, παγκρατὲς αἰεί,
Ζεῦ, φύσεως ἀρχηγέ, νόμου μέτα πάντα κυβερνῶν,
χαῖρε· σὲ γὰρ πάντεσσι θέμις θνητοῖσι προσαυδᾶν.
ἐκ σοῦ γὰρ γένος εἴσ’ ἤχου μίμημα λαχόντες
μοῦνοι, ὅσα ζώει τε καὶ ἕρπει θνήτ’ ἐπὶ γαῖαν·
τῷ σε καθυμνήσω καὶ σὸν κράτος αἰὲν ἀείσω.
σοὶ δὴ πᾶς ὅδε κόσμος, ἑλισσόμενος περὶ γαῖαν,
πείθεται, ᾗ κεν ἄγῃς, καὶ ἑκὼν ὑπὸ σεῖο κρατεῖται·
τοῖον ἔχεις ὑποεργὸν ἀνικήτοις ὑπὸ χερσὶν
ἀμφήκη, πυρόεντα, ἀειζώοντα κεραυνόν·
τοῦ γὰρ ὑπὸ πληγῆς φύσεως πάντ’ ἔργα ⟨τελεῖται⟩·
ᾧ σὺ κατευθύνεις κοινὸν λόγον, ὃς διὰ πάντων
φοιτᾷ, μιγνύμενος μεγάλοις μικροῖς τε φάεσσι·
ᾧ σὺ τόσος γεγαὼς ὕπατος βασιλεὺς διὰ παντός.
οὐδέ τι γίγνεται ἔργον ἐπὶ χθονὶ σοῦ δίχα, δαῖμον,
οὔτε κατ’ αἰθέριον θεῖον πόλον οὔτ’ ἐνὶ πόντῳ,
πλὴν ὁπόσα ῥέζουσι κακοὶ σφετέραισιν ἀνοίαις·
ἀλλὰ σὺ καὶ τὰ περισσὰ ἐπίστασαι ἄρτια θεῖναι,
καὶ κοσμεῖν τἄκοσμα καὶ οὐ φίλα σοὶ φίλα ἐστίν.
ὧδε γὰρ εἰς ἓν πάντα συνήρμοκας ἐσθλὰ κακοῖσιν,
ὥσθ’ ἕνα γίγνεσθαι πάντων λόγον αἰὲν ἐόντα,
ὃν φεύγοντες ἐῶσιν ὅσοι θνητῶν κακοί εἰσι,
δύσμοροι, οἵ τ’ ἀγαθῶν μὲν ἀεὶ κτῆσιν ποθέοντες
οὔτ’ ἐσορῶσι θεοῦ κοινὸν νόμον οὔτε κλύουσιν,
ᾧ κεν πειθόμενοι σὺν νῷ βίον ἐσθλὸν ἔχοιεν·
αὐτοὶ δ’ αὖθ’ ὁρμῶσιν ἄνοι κακὸν ἄλλος ἐπ’ ἄλλο,
οἱ μὲν ὑπὲρ δόξης σπουδὴν δυσέριστον ἔχοντες,
οἱ δ’ ἐπὶ κερδοσύνας τετραμμένοι οὐδενὶ κόσμῳ,
ἄλλοι δ’ εἰς ἄνεσιν καὶ σώματος ἡδέα ἔργα,
⟨ἀλλὰ κακοῖς ἐπέκυρσαν⟩, ἐπ’ ἄλλοτε δ’ ἄλλα φέρονται
σπεύδοντες μάλα πάμπαν ἐναντία τῶνδε γενέσθαι.
ἀλλὰ Ζεῦ πάνδωρε, κελαινεφές, ἀργικέραυνε,
ἀνθρώπους ⟨μὲν⟩ ῥύου ἀπειροσύνης ἀπὸ λυγρῆς,
ἣν σύ, πάτερ, σκέδασον ψυχῆς ἄπο, δὸς δὲ κυρῆσαι
γνώμης, ᾗ πίσυνος σὺ δίκης μέτα πάντα κυβερνᾷς,
ὄφρ’ ἂν τιμηθέντες ἀμειβώμεσθά σε τιμῇ,
ὑμνοῦντες τὰ σὰ ἔργα διηνεκές, ὡς ἐπέοικε
θνητὸν ἐόντ’, ἐπεὶ οὔτε βροτοῖς γέρας ἄλλο τι μεῖζον,
οὔτε θεοῖς, ἢ κοινὸν ἀεὶ νόμον ἐν δίκῃ ὑμνεῖν.

Κλεάνθους

Texte d’après H. von Arnim, Stoicorum Veterum Fragmenta, I, 537 (= Stobée, Anthologium I 1, 12) — domaine public https://archive.org/details/stoicorumveterum0001arni


  1. Voir La foudre sans roi — fragment 64 d’Héraclite